منتديات الكنيسة

العودة   شبكة الكنيسة الكتاب المقدس Scrivener Textus Receptus

Hebrews - Chapter 6
  • 1. διο αφεντες τον της αρχης του χριστου λογον επι την τελειοτητα φερωμεθα μη παλιν θεμελιον καταβαλλομενοι μετανοιας απο νεκρων εργων και πιστεως επι θεον
  • 2. βαπτισμων διδαχης επιθεσεως τε χειρων αναστασεως τε νεκρων και κριματος αιωνιου
  • 3. και τουτο ποιησομεν εανπερ επιτρεπη ο θεος
  • 4. αδυνατον γαρ τους απαξ φωτισθεντας γευσαμενους τε της δωρεας της επουρανιου και μετοχους γενηθεντας πνευματος αγιου
  • 5. και καλον γευσαμενους θεου ρημα δυναμεις τε μελλοντος αιωνος
  • 6. και παραπεσοντας παλιν ανακαινιζειν εις μετανοιαν ανασταυρουντας εαυτοις τον υιον του θεου και παραδειγματιζοντας
  • 7. γη γαρ η πιουσα τον επ αυτης πολλακις ερχομενον υετον και τικτουσα βοτανην ευθετον εκεινοις δι ους και γεωργειται μεταλαμβανει ευλογιας απο του θεου
  • 8. εκφερουσα δε ακανθας και τριβολους αδοκιμος και καταρας εγγυς ης το τελος εις καυσιν
  • 9. πεπεισμεθα δε περι υμων αγαπητοι τα κρειττονα και εχομενα σωτηριας ει και ουτως λαλουμεν
  • 10. ου γαρ αδικος ο θεος επιλαθεσθαι του εργου υμων και του κοπου της αγαπης ης ενδειξασθε εις το ονομα αυτου διακονησαντες τοις αγιοις και διακονουντες
  • 11. επιθυμουμεν δε εκαστον υμων την αυτην ενδεικνυσθαι σπουδην προς την πληροφοριαν της ελπιδος αχρι τελους
  • 12. ινα μη νωθροι γενησθε μιμηται δε των δια πιστεως και μακροθυμιας κληρονομουντων τας επαγγελιας
  • 13. τω γαρ αβρααμ επαγγειλαμενος ο θεος επει κατ ουδενος ειχεν μειζονος ομοσαι ωμοσεν καθ εαυτου
  • 14. λεγων η μην ευλογων ευλογησω σε και πληθυνων πληθυνω σε
  • 15. και ουτως μακροθυμησας επετυχεν της επαγγελιας
  • 16. ανθρωποι μεν γαρ κατα του μειζονος ομνυουσιν και πασης αυτοις αντιλογιας περας εις βεβαιωσιν ο ορκος
  • 17. εν ω περισσοτερον βουλομενος ο θεος επιδειξαι τοις κληρονομοις της επαγγελιας το αμεταθετον της βουλης αυτου εμεσιτευσεν ορκω
  • 18. ινα δια δυο πραγματων αμεταθετων εν οις αδυνατον ψευσασθαι θεον ισχυραν παρακλησιν εχωμεν οι καταφυγοντες κρατησαι της προκειμενης ελπιδος
  • 19. ην ως αγκυραν εχομεν της ψυχης ασφαλη τε και βεβαιαν και εισερχομενην εις το εσωτερον του καταπετασματος
  • 20. οπου προδρομος υπερ ημων εισηλθεν ιησους κατα την ταξιν μελχισεδεκ αρχιερευς γενομενος εις τον αιωνα

الساعة الآن 04:28 AM.



دعم خاص من vBulletin لمنتديات الكنيسة
©2000 - 2019، Jelsoft Enterprises Ltd
جميع حقوق الطبع محفوظة لمنتديات الكنيسة