منتديات الكنيسة

العودة   شبكة الكنيسة الكتاب المقدس Scrivener Textus Receptus

John - Chapter 14
  • 1. μη ταρασσεσθω υμων η καρδια πιστευετε εις τον θεον και εις εμε πιστευετε
  • 2. εν τη οικια του πατρος μου μοναι πολλαι εισιν ει δε μη ειπον αν υμιν πορευομαι ετοιμασαι τοπον υμιν
  • 3. και εαν πορευθω και ετοιμασω υμιν τοπον παλιν ερχομαι και παραληψομαι υμας προς εμαυτον ινα οπου ειμι εγω και υμεις ητε
  • 4. και οπου εγω υπαγω οιδατε και την οδον οιδατε
  • 5. λεγει αυτω θωμας κυριε ουκ οιδαμεν που υπαγεις και πως δυναμεθα την οδον ειδεναι
  • 6. λεγει αυτω ο ιησους εγω ειμι η οδος και η αληθεια και η ζωη ουδεις ερχεται προς τον πατερα ει μη δι εμου
  • 7. ει εγνωκειτε με και τον πατερα μου εγνωκειτε αν και απ αρτι γινωσκετε αυτον και εωρακατε αυτον
  • 8. λεγει αυτω φιλιππος κυριε δειξον ημιν τον πατερα και αρκει ημιν
  • 9. λεγει αυτω ο ιησους τοσουτον χρονον μεθ υμων ειμι και ουκ εγνωκας με φιλιππε ο εωρακως εμε εωρακεν τον πατερα και πως συ λεγεις δειξον ημιν τον πατερα
  • 10. ου πιστευεις οτι εγω εν τω πατρι και ο πατηρ εν εμοι εστιν τα ρηματα α εγω λαλω υμιν απ εμαυτου ου λαλω ο δε πατηρ ο εν εμοι μενων αυτος ποιει τα εργα
  • 11. πιστευετε μοι οτι εγω εν τω πατρι και ο πατηρ εν εμοι ει δε μη δια τα εργα αυτα πιστευετε μοι
  • 12. αμην αμην λεγω υμιν ο πιστευων εις εμε τα εργα α εγω ποιω κακεινος ποιησει και μειζονα τουτων ποιησει οτι εγω προς τον πατερα μου πορευομαι
  • 13. και ο τι αν αιτησητε εν τω ονοματι μου τουτο ποιησω ινα δοξασθη ο πατηρ εν τω υιω
  • 14. εαν τι αιτησητε εν τω ονοματι μου εγω ποιησω
  • 15. εαν αγαπατε με τας εντολας τας εμας τηρησατε
  • 16. και εγω ερωτησω τον πατερα και αλλον παρακλητον δωσει υμιν ινα μενη μεθ υμων εις τον αιωνα
  • 17. το πνευμα της αληθειας ο ο κοσμος ου δυναται λαβειν οτι ου θεωρει αυτο ουδε γινωσκει αυτο υμεις δε γινωσκετε αυτο οτι παρ υμιν μενει και εν υμιν εσται
  • 18. ουκ αφησω υμας ορφανους ερχομαι προς υμας
  • 19. ετι μικρον και ο κοσμος με ουκ ετι θεωρει υμεις δε θεωρειτε με οτι εγω ζω και υμεις ζησεσθε
  • 20. εν εκεινη τη ημερα γνωσεσθε υμεις οτι εγω εν τω πατρι μου και υμεις εν εμοι καγω εν υμιν
  • 21. ο εχων τας εντολας μου και τηρων αυτας εκεινος εστιν ο αγαπων με ο δε αγαπων με αγαπηθησεται υπο του πατρος μου και εγω αγαπησω αυτον και εμφανισω αυτω εμαυτον
  • 22. λεγει αυτω ιουδας ουχ ο ισκαριωτης κυριε τι γεγονεν οτι ημιν μελλεις εμφανιζειν σεαυτον και ουχι τω κοσμω
  • 23. απεκριθη ο ιησους και ειπεν αυτω εαν τις αγαπα με τον λογον μου τηρησει και ο πατηρ μου αγαπησει αυτον και προς αυτον ελευσομεθα και μονην παρ αυτω ποιησομεν
  • 24. ο μη αγαπων με τους λογους μου ου τηρει και ο λογος ον ακουετε ουκ εστιν εμος αλλα του πεμψαντος με πατρος
  • 25. ταυτα λελαληκα υμιν παρ υμιν μενων
  • 26. ο δε παρακλητος το πνευμα το αγιον ο πεμψει ο πατηρ εν τω ονοματι μου εκεινος υμας διδαξει παντα και υπομνησει υμας παντα α ειπον υμιν
  • 27. ειρηνην αφιημι υμιν ειρηνην την εμην διδωμι υμιν ου καθως ο κοσμος διδωσιν εγω διδωμι υμιν μη ταρασσεσθω υμων η καρδια μηδε δειλιατω
  • 28. ηκουσατε οτι εγω ειπον υμιν υπαγω και ερχομαι προς υμας ει ηγαπατε με εχαρητε αν οτι ειπον πορευομαι προς τον πατερα οτι ο πατηρ μου μειζων μου εστιν
  • 29. και νυν ειρηκα υμιν πριν γενεσθαι ινα οταν γενηται πιστευσητε
  • 30. ουκ ετι πολλα λαλησω μεθ υμων ερχεται γαρ ο του κοσμου τουτου αρχων και εν εμοι ουκ εχει ουδεν
  • 31. αλλ ινα γνω ο κοσμος οτι αγαπω τον πατερα και καθως ενετειλατο μοι ο πατηρ ουτως ποιω εγειρεσθε αγωμεν εντευθεν

الساعة الآن 08:27 AM.



دعم خاص من vBulletin لمنتديات الكنيسة
©2000 - 2019، Jelsoft Enterprises Ltd
جميع حقوق الطبع محفوظة لمنتديات الكنيسة