منتديات الكنيسة

العودة   شبكة الكنيسة الكتاب المقدس Scrivener Textus Receptus

Romans - Chapter 15
  • 1. οφειλομεν δε ημεις οι δυνατοι τα ασθενηματα των αδυνατων βασταζειν και μη εαυτοις αρεσκειν
  • 2. εκαστος γαρ ημων τω πλησιον αρεσκετω εις το αγαθον προς οικοδομην
  • 3. και γαρ ο χριστος ουχ εαυτω ηρεσεν αλλα καθως γεγραπται οι ονειδισμοι των ονειδιζοντων σε επεπεσον επ εμε
  • 4. οσα γαρ προεγραφη εις την ημετεραν διδασκαλιαν προεγραφη ινα δια της υπομονης και της παρακλησεως των γραφων την ελπιδα εχωμεν
  • 5. ο δε θεος της υπομονης και της παρακλησεως δωη υμιν το αυτο φρονειν εν αλληλοις κατα χριστον ιησουν
  • 6. ινα ομοθυμαδον εν ενι στοματι δοξαζητε τον θεον και πατερα του κυριου ημων ιησου χριστου
  • 7. διο προσλαμβανεσθε αλληλους καθως και ο χριστος προσελαβετο ημας εις δοξαν θεου
  • 8. λεγω δε ιησουν χριστον διακονον γεγενησθαι περιτομης υπερ αληθειας θεου εις το βεβαιωσαι τας επαγγελιας των πατερων
  • 9. τα δε εθνη υπερ ελεους δοξασαι τον θεον καθως γεγραπται δια τουτο εξομολογησομαι σοι εν εθνεσιν και τω ονοματι σου ψαλω
  • 10. και παλιν λεγει ευφρανθητε εθνη μετα του λαου αυτου
  • 11. και παλιν αινειτε τον κυριον παντα τα εθνη και επαινεσατε αυτον παντες οι λαοι
  • 12. και παλιν ησαιας λεγει εσται η ριζα του ιεσσαι και ο ανισταμενος αρχειν εθνων επ αυτω εθνη ελπιουσιν
  • 13. ο δε θεος της ελπιδος πληρωσαι υμας πασης χαρας και ειρηνης εν τω πιστευειν εις το περισσευειν υμας εν τη ελπιδι εν δυναμει πνευματος αγιου
  • 14. πεπεισμαι δε αδελφοι μου και αυτος εγω περι υμων οτι και αυτοι μεστοι εστε αγαθωσυνης πεπληρωμενοι πασης γνωσεως δυναμενοι και αλληλους νουθετειν
  • 15. τολμηροτερον δε εγραψα υμιν αδελφοι απο μερους ως επαναμιμνησκων υμας δια την χαριν την δοθεισαν μοι υπο του θεου
  • 16. εις το ειναι με λειτουργον ιησου χριστου εις τα εθνη ιερουργουντα το ευαγγελιον του θεου ινα γενηται η προσφορα των εθνων ευπροσδεκτος ηγιασμενη εν πνευματι αγιω
  • 17. εχω ουν καυχησιν εν χριστω ιησου τα προς θεον
  • 18. ου γαρ τολμησω λαλειν τι ων ου κατειργασατο χριστος δι εμου εις υπακοην εθνων λογω και εργω
  • 19. εν δυναμει σημειων και τερατων εν δυναμει πνευματος θεου ωστε με απο ιερουσαλημ και κυκλω μεχρι του ιλλυρικου πεπληρωκεναι το ευαγγελιον του χριστου
  • 20. ουτως δε φιλοτιμουμενον ευαγγελιζεσθαι ουχ οπου ωνομασθη χριστος ινα μη επ αλλοτριον θεμελιον οικοδομω
  • 21. αλλα καθως γεγραπται οις ουκ ανηγγελη περι αυτου οψονται και οι ουκ ακηκοασιν συνησουσιν
  • 22. διο και ενεκοπτομην τα πολλα του ελθειν προς υμας
  • 23. νυνι δε μηκετι τοπον εχων εν τοις κλιμασιν τουτοις επιποθιαν δε εχων του ελθειν προς υμας απο πολλων ετων
  • 24. ως εαν πορευωμαι εις την σπανιαν ελευσομαι προς υμας ελπιζω γαρ διαπορευομενος θεασασθαι υμας και υφ υμων προπεμφθηναι εκει εαν υμων πρωτον απο μερους εμπλησθω
  • 25. νυνι δε πορευομαι εις ιερουσαλημ διακονων τοις αγιοις
  • 26. ευδοκησαν γαρ μακεδονια και αχαια κοινωνιαν τινα ποιησασθαι εις τους πτωχους των αγιων των εν ιερουσαλημ
  • 27. ευδοκησαν γαρ και οφειλεται αυτων εισιν ει γαρ τοις πνευματικοις αυτων εκοινωνησαν τα εθνη οφειλουσιν και εν τοις σαρκικοις λειτουργησαι αυτοις
  • 28. τουτο ουν επιτελεσας και σφραγισαμενος αυτοις τον καρπον τουτον απελευσομαι δι υμων εις την σπανιαν
  • 29. οιδα δε οτι ερχομενος προς υμας εν πληρωματι ευλογιας του ευαγγελιου του χριστου ελευσομαι
  • 30. παρακαλω δε υμας αδελφοι δια του κυριου ημων ιησου χριστου και δια της αγαπης του πνευματος συναγωνισασθαι μοι εν ταις προσευχαις υπερ εμου προς τον θεον
  • 31. ινα ρυσθω απο των απειθουντων εν τη ιουδαια και ινα η διακονια μου η εις ιερουσαλημ ευπροσδεκτος γενηται τοις αγιοις
  • 32. ινα εν χαρα ελθω προς υμας δια θεληματος θεου και συναναπαυσωμαι υμιν
  • 33. ο δε θεος της ειρηνης μετα παντων υμων αμην

الساعة الآن 06:37 AM.



دعم خاص من vBulletin لمنتديات الكنيسة
©2000 - 2018، Jelsoft Enterprises Ltd
جميع حقوق الطبع محفوظة لمنتديات الكنيسة