منتديات الكنيسة

العودة   شبكة الكنيسة الكتاب المقدس Greek Old Testament (Septuagint)

Ezekiel - Chapter 19
  • 1. Καὶ σὺ λαβὲ θρῆνον ἐπὶ τὸν ἄρχοντα τοῦ Ισραηλ
  • 2. καὶ ἐρεῖς Τί ἡ μήτηρ σου; σκύμνος· ἐν μέσῳ λεόντων ἐγενήθη, ἐν μέσῳ λεόντων ἐπλήθυνεν σκύμνους αὐτῆς.
  • 3. καὶ ἀπεπήδησεν εἷς τῶν σκύμνων αὐτῆς, λέων ἐγένετο καὶ ἔμαθεν τοῦ ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγεν.
  • 4. καὶ ἤκουσαν κατ᾿ αὐτοῦ ἔθνη, ἐν τῇ διαφθορᾷ αὐτῶν συνελήμφθη, καὶ ἤγαγον αὐτὸν ἐν κημῷ εἰς γῆν Αἰγύπτου.
  • 5. καὶ εἶδεν ὅτι ἀπῶσται ἀπ᾿ αὐτῆς καὶ ἀπώλετο ἡ ὑπόστασις αὐτῆς, καὶ ἔλαβεν ἄλλον ἐκ τῶν σκύμνων αὐτῆς, λέοντα ἔταξεν αὐτόν.
  • 6. καὶ ἀνεστρέφετο ἐν μέσῳ λεόντων, λέων ἐγένετο καὶ ἔμαθεν ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγεν·
  • 7. καὶ ἐνέμετο τῷ θράσει αὐτοῦ καὶ τὰς πόλεις αὐτῶν ἐξηρήμωσεν καὶ ἠφάνισεν γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἀπὸ φωνῆς ὠρύματος αὐτοῦ.
  • 8. καὶ ἔδωκαν ἐπ᾿ αὐτὸν ἔθνη ἐκ χωρῶν κυκλόθεν καὶ ἐξεπέτασαν ἐπ᾿ αὐτὸν δίκτυα αὐτῶν, ἐν διαφθορᾷ αὐτῶν συνελήμφθη·
  • 9. καὶ ἔθεντο αὐτὸν ἐν κημῷ καὶ ἐν γαλεάγρᾳ, ἦλθεν πρὸς βασιλέα Βαβυλῶνος, καὶ εἰσήγαγεν αὐτὸν εἰς φυλακήν, ὅπως μὴ ἀκουσθῇ ἡ φωνὴ αὐτοῦ ἐπὶ τὰ ὄρη τοῦ Ισραηλ. --
  • 10. ἡ μήτηρ σου ὡς ἄμπελος, ὡς ἄνθος ἐν ῥό ὕδατι πεφυτευμένη, ὁ καρπὸς αὐτῆς καὶ ὁ βλαστὸς αὐτῆς ἐγένετο ἐξ ὕδατος πολλοῦ.
  • 11. καὶ ἐγένετο αὐτῇ ῥάβδος ἰσχύος ἐπὶ φυλὴν ἡγουμένων, καὶ ὑψώθη τῷ μεγέθει αὐτῆς ἐν μέσῳ στελεχῶν καὶ εἶδεν τὸ μέγεθος αὐτῆς ἐν πλήθει κλημάτων αὐτῆς.
  • 12. καὶ κατεκλάσθη ἐν θυμῷ, ἐπὶ γῆν ἐρρίφη, καὶ ἄνεμος ὁ καύσων ἐξήρανεν τὰ ἐκλεκτὰ αὐτῆς· ἐξεδικήθη καὶ ἐξηράνθη ἡ ῥάβδος ἰσχύος αὐτῆς, πῦρ ἀνήλωσεν αὐτήν.
  • 13. καὶ νῦν πεφύτευκαν αὐτὴν ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀνύδρῳ·
  • 14. καὶ ἐξῆλθεν πῦρ ἐκ ῥάβδου ἐκλεκτῶν αὐτῆς καὶ κατέφαγεν αὐτήν, καὶ οὐκ ἦν ἐν αὐτῇ ῥάβδος ἰσχύος. φυλὴ εἰς παραβολὴν θρήνου ἐστὶν καὶ ἔσται εἰς θρῆνον.

الساعة الآن 08:14 AM.



دعم خاص من vBulletin لمنتديات الكنيسة
©2000 - 2019، Jelsoft Enterprises Ltd
جميع حقوق الطبع محفوظة لمنتديات الكنيسة