منتديات الكنيسة

العودة   شبكة الكنيسة الكتاب المقدس Greek Old Testament (Septuagint)

الملاحظات

Ezekiel - Chapter 4
  • 1. Καὶ σύ, υἱὲ ἀνθρώπου, λαβὲ σεαυτῷ πλίνθον καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου καὶ διαγράψεις ἐπ᾿ αὐτὴν πόλιν τὴν Ιερουσαλημ
  • 2. καὶ δώσεις ἐπ᾿ αὐτὴν περιοχὴν καὶ οἰκοδομήσεις ἐπ᾿ αὐτὴν προμαχῶνας καὶ περιβαλεῖς ἐπ᾿ αὐτὴν χάρακα καὶ δώσεις ἐπ᾿ αὐτὴν παρεμβολὰς καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ·
  • 3. καὶ σὺ λαβὲ σεαυτῷ τήγανον σιδηροῦν καὶ θήσεις αὐτὸ τοῖχον σιδηροῦν ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς πόλεως καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπ᾿ αὐτήν, καὶ ἔσται ἐν συγκλεισμῷ, καὶ συγκλείσεις αὐτήν· σημεῖόν ἐστιν τοῦτο τοῖς υἱοῖς Ισραηλ. --
  • 4. καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν καὶ θήσεις τὰς ἀδικίας τοῦ οἴκου Ισραηλ ἐπ᾿ αὐτοῦ κατὰ ἀριθμὸν τῶν ἡμερῶν πεντήκοντα καὶ ἑκατόν, ἃς κοιμηθήσῃ ἐπ᾿ αὐτοῦ, καὶ λήμψῃ τὰς ἀδικίας αὐτῶν.
  • 5. καὶ ἐγὼ δέδωκά σοι τὰς δύο ἀδικίας αὐτῶν εἰς ἀριθμὸν ἡμερῶν ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας. καὶ λήμψῃ τὰς ἀδικίας τοῦ οἴκου Ισραηλ
  • 6. καὶ συντελέσεις ταῦτα πάντα· καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιὸν καὶ λήμψῃ τὰς ἀδικίας τοῦ οἴκου Ιουδα τεσσαράκοντα ἡμέρας. ἡμέραν εἰς ἐνιαυτὸν τέθεικά σοι.
  • 7. καὶ εἰς τὸν συγκλεισμὸν Ιερουσαλημ ἑτοιμάσεις τὸ πρόσωπόν σου καὶ τὸν βραχίονά σου στερεώσεις καὶ προφητεύσεις ἐπ᾿ αὐτήν.
  • 8. καὶ ἐγὼ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμούς, καὶ μὴ στραφῇς ἀπὸ τοῦ πλευροῦ σου ἐπὶ τὸ πλευρόν σου, ἕως οὗ συντελεσθῶσιν αἱ ἡμέραι τοῦ συγκλεισμοῦ σου. --
  • 9. καὶ σὺ λαβὲ σεαυτῷ πυροὺς καὶ κριθὰς καὶ κύαμον καὶ φακὸν καὶ κέγχρον καὶ ὄλυραν καὶ ἐμβαλεῖς αὐτὰ εἰς ἄγγος ἓν ὀστράκινον καὶ ποιήσεις αὐτὰ σαυτῷ εἰς ἄρτους, καὶ κατ᾿ ἀριθμὸν τῶν ἡμερῶν, ἃς σὺ καθεύδεις ἐπὶ τοῦ πλευροῦ σου, ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας φάγεσαι αὐτά.
  • 10. καὶ τὸ βρῶμά σου, ὃ φάγεσαι, ἐν σταθμῷ εἴκοσι σίκλους τὴν ἡμέραν· ἀπὸ καιροῦ ἕως καιροῦ φάγεσαι αὐτά.
  • 11. καὶ ὕδωρ ἐν μέτρῳ πίεσαι τὸ ἕκτον τοῦ ιν· ἀπὸ καιροῦ ἕως καιροῦ πίεσαι.
  • 12. καὶ ἐγκρυφίαν κρίθινον φάγεσαι αὐτά· ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἐγκρύψεις αὐτὰ κατ᾿ ὀφθαλμοὺς αὐτῶν
  • 13. καὶ ἐρεῖς Τάδε λέγει κύριος ὁ θεὸς τοῦ Ισραηλ Οὕτως φάγονται οἱ υἱοὶ Ισραηλ ἀκάθαρτα ἐν τοῖς ἔθνεσιν.
  • 14. καὶ εἶπα Μηδαμῶς, κύριε θεὲ τοῦ Ισραηλ· ἰδοὺ ἡ ψυχή μου οὐ μεμίανται ἐν ἀκαθαρσίᾳ, καὶ θνησιμαῖον καὶ θηριάλωτον οὐ βέβρωκα ἀπὸ γενέσεώς μου ἕως τοῦ νῦν, οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας ἕωλον.
  • 15. καὶ εἶπεν πρός με Ἰδοὺ δέδωκά σοι βόλβιτα βοῶν ἀντὶ τῶν βολβίτων τῶν ἀνθρωπίνων, καὶ ποιήσεις τοὺς ἄρτους σου ἐπ᾿ αὐτῶν.
  • 16. καὶ εἶπεν πρός με Υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου ἐν Ιερουσαλημ, καὶ φάγονται ἄρτον ἐν σταθμῷ καὶ ἐν ἐνδείᾳ καὶ ὕδωρ ἐν μέτρῳ καὶ ἐν ἀφανισμῷ πίονται,
  • 17. ὅπως ἐνδεεῖς γένωνται ἄρτου καὶ ὕδατος· καὶ ἀφανισθήσεται ἄνθρωπος καὶ ἀδελφὸς αὐτοῦ καὶ τακήσονται ἐν ταῖς ἀδικίαις αὐτῶν. --

الساعة الآن 09:28 AM.



دعم خاص من vBulletin لمنتديات الكنيسة
©2000 - 2020، Jelsoft Enterprises Ltd
جميع حقوق الطبع محفوظة لمنتديات الكنيسة