منتديات الكنيسة

العودة   شبكة الكنيسة الكتاب المقدس Greek Old Testament (Septuagint)

Job - Chapter 12
  • 1. Ὑπολαβὼν δὲ Ιωβ λέγει
  • 2. Εἶτα ὑμεῖς ἐστε ἄνθρωποι· ἦ μεθ᾿ ὑμῶν τελευτήσει σοφία.
  • 3. κἀμοὶ μὲν καρδία καθ᾿ ὑμᾶς ἐστιν.
  • 4. δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγενήθη εἰς χλεύασμα·
  • 5. εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπὸ ἄλλους οἴκους τε αὐτοῦ ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων.
  • 6. οὐ μὴν δὲ ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῷος ἔσεσθαι, ὅσοι παροργίζουσιν τὸν κύριον, ὡς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται.
  • 7. ἀλλὰ δὴ ἐπερώτησον τετράποδα ἐάν σοι εἴπωσιν, πετεινὰ δὲ οὐρανοῦ ἐάν σοι ἀπαγγείλωσιν·
  • 8. ἐκδιήγησαι δὲ γῇ ἐάν σοι φράσῃ, καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης.
  • 9. τίς οὐκ ἔγνω ἐν πᾶσι τούτοις ὅτι χεὶρ κυρίου ἐποίησεν ταῦτα;
  • 10. εἰ μὴ ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων τῶν ζώντων καὶ πνεῦμα παντὸς ἀνθρώπου;
  • 11. οὖς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται.
  • 12. ἐν πολλῷ χρόνῳ σοφία, ἐν δὲ πολλῷ βίῳ ἐπιστήμη.
  • 13. παρ᾿ αὐτῷ σοφία καὶ δύναμις, αὐτῷ βουλὴ καὶ σύνεσις.
  • 14. ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει; ἐὰν κλείσῃ κατὰ ἀνθρώπων, τίς ἀνοίξει;
  • 15. ἐὰν κωλύσῃ τὸ ὥδωρ, ξηρανεῖ τὴν γῆν· ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας.
  • 16. παρ᾿ αὐτῷ κράτος καὶ ἰσχύς, αὐτῷ ἐπιστήμη καὶ σύνεσις.
  • 17. διάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστησεν.
  • 18. καθιζάνων βασιλεῖς ἐπὶ θρόνους καὶ περιέδησεν ζώνῃ ὀσφύας αὐτῶν.
  • 19. ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους, δυνάστας δὲ γῆς κατέστρεψεν.
  • 20. διαλλάσσων χείλη πιστῶν, σύνεσιν δὲ πρεσβυτέρων ἔγνω.
  • 21. ἐκχέων ἀτιμίαν ἐπ᾿ ἄρχοντας, ταπεινοὺς δὲ ἰάσατο.
  • 22. ἀνακαλύπτων βαθέα ἐκ σκότους, ἐξήγαγεν δὲ εἰς φῶς σκιὰν θανάτου.
  • 23. πλανῶν ἔθνη καὶ ἀπολλύων αὐτά, καταστρωννύων ἔθνη καὶ καθοδηγῶν αὐτά.
  • 24. διαλλάσσων καρδίας ἀρχόντων γῆς, ἐπλάνησεν δὲ αὐτοὺς ὁδῷ, ᾗ οὐκ ᾔδεισαν·
  • 25. ψηλαφήσαισαν σκότος καὶ μὴ φῶς, πλανηθείησαν δὲ ὥσπερ ὁ μεθύων.

الساعة الآن 10:46 PM.



دعم خاص من vBulletin لمنتديات الكنيسة
©2000 - 2019، Jelsoft Enterprises Ltd
جميع حقوق الطبع محفوظة لمنتديات الكنيسة