منتديات الكنيسة

العودة   شبكة الكنيسة الكتاب المقدس Greek Old Testament (Septuagint)

Job - Chapter 14
  • 1. βροτὸς γὰρ γεννητὸς γυναικὸς ὀλιγόβιος καὶ πλήρης ὀργῆς
  • 2. ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν, ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στῇ.
  • 3. οὐχὶ καὶ τούτου λόγον ἐποιήσω καὶ τοῦτον ἐποίησας εἰσελθεῖν ἐν κρίματι ἐνώπιόν σου;
  • 4. τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ῥύπου; ἀλλ᾿ οὐθείς.
  • 5. ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς, ἀριθμητοὶ δὲ μῆνες αὐτοῦ παρὰ σοί, εἰς χρόνον ἔθου, καὶ οὐ μὴ ὑπερβῇ.
  • 6. ἀπόστα ἀπ᾿ αὐτοῦ, ἵνα ἡσυχάσῃ καὶ εὐδοκήσῃ τὸν βίον ὥσπερ ὁ μισθωτός.
  • 7. ἔστιν γὰρ δένδρῳ ἐλπίς· ἐὰν γὰρ ἐκκοπῇ, ἔτι ἐπανθήσει, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλίπῃ·
  • 8. ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ, ἐν δὲ πέτρᾳ τελευτήσῃ τὸ στέλεχος αὐτοῦ,
  • 9. ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει, ποιήσει δὲ θερισμὸν ὥσπερ νεόφυτον.
  • 10. ἀνὴρ δὲ τελευτήσας ᾤχετο, πεσὼν δὲ βροτὸς οὐκέτι ἔστιν.
  • 11. χρόνῳ γὰρ σπανίζεται θάλασσα, ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη·
  • 12. ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ, ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συρραφῇ· καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν.
  • 13. εἰ γὰρ ὄφελον ἐν ᾅδῃ με ἐφύλαξας, ἔκρυψας δέ με, ἕως ἂν παύσηταί σου ἡ ὀργὴ καὶ τάξῃ μοι χρόνον, ἐν ᾧ μνείαν μου ποιήσῃ.
  • 14. ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος, ζήσεται συντελέσας ἡμέρας τοῦ βίου αὐτοῦ· ὑπομενῶ, ἕως ἂν πάλιν γένωμαι.
  • 15. εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι, τὰ δὲ ἔργα τῶν χειρῶν σου μὴ ἀποποιοῦ.
  • 16. ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα, καὶ οὐ μὴ παρέλθῃ σε οὐδὲν τῶν ἁμαρτιῶν μου·
  • 17. ἐσφράγισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίῳ, ἐπεσημήνω δέ, εἴ τι ἄκων παρέβην.
  • 18. καὶ πλὴν ὄρος πῖπτον διαπεσεῖται, καὶ πέτρα παλαιωθήσεται ἐκ τοῦ τόπου αὐτῆς·
  • 19. λίθους ἐλέαναν ὕδατα, καὶ κατέκλυσεν ὕδατα ὕπτια τοῦ χώματος τῆς γῆς· καὶ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας.
  • 20. ὦσας αὐτὸν εἰς τέλος, καὶ ᾤχετο· ἐπέστησας αὐτῷ τὸ πρόσωπον καὶ ἐξαπέστειλας·
  • 21. πολλῶν δὲ γενομένων τῶν υἱῶν αὐτοῦ οὐκ οἶδεν, ἐὰν δὲ ὀλίγοι γένωνται, οὐκ ἐπίσταται·
  • 22. ἀλλ᾿ ἢ αἱ σάρκες αὐτοῦ ἤλγησαν, ἡ δὲ ψυχὴ αὐτοῦ ἐπένθησεν.

الساعة الآن 04:18 AM.



دعم خاص من vBulletin لمنتديات الكنيسة
©2000 - 2019، Jelsoft Enterprises Ltd
جميع حقوق الطبع محفوظة لمنتديات الكنيسة