منتديات الكنيسة

العودة   شبكة الكنيسة الكتاب المقدس Greek Old Testament (Septuagint)

Job - Chapter 15
  • 1. Ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει
  • 2. Πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματος καὶ ἐνέπλησεν πόνον γαστρὸς
  • 3. ἐλέγχων ἐν ῥήμασιν, οἷς οὐ δεῖ, ἐν λόγοις, οἷς οὐδὲν ὄφελος;
  • 4. οὐ καὶ σὺ ἀπεποιήσω φόβον, συνετελέσω δὲ ῥήματα τοιαῦτα ἔναντι τοῦ κυρίου;
  • 5. ἔνοχος εἶ ῥήμασιν στόματός σου οὐδὲ διέκρινας ῥήματα δυναστῶν·
  • 6. ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ, τὰ δὲ χείλη σου καταμαρτυρήσουσίν σου.
  • 7. τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγενήθης; ἢ πρὸ θινῶν ἐπάγης;
  • 8. ἦ σύνταγμα κυρίου ἀκήκοας, εἰς δὲ σὲ ἀφίκετο σοφία;
  • 9. τί γὰρ οἶδας, ὃ οὐκ οἴδαμεν; ἢ τί συνίεις, ὃ οὐχὶ καὶ ἡμεῖς;
  • 10. καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν βαρύτερος τοῦ πατρός σου ἡμέραις.
  • 11. ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι, μεγάλως ὑπερβαλλόντως λελάληκας.
  • 12. τί ἐτόλμησεν ἡ καρδία σου, ἢ τί ἐπήνεγκαν οἱ ὀφθαλμοί σου,
  • 13. ὅτι θυμὸν ἔρρηξας ἔναντι κυρίου, ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα;
  • 14. τίς γὰρ ὢν βροτός, ὅτι ἔσται ἄμεμπτος, ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός;
  • 15. εἰ κατὰ ἁγίων οὐ πιστεύει, οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ.
  • 16. ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος, ἀνὴρ πίνων ἀδικίας ἴσα ποτῷ.
  • 17. ἀναγγελῶ δέ σοι, ἄκουέ μου· ἃ δὴ ἑώρακα, ἀναγγελῶ σοι,
  • 18. ἃ σοφοὶ ἐροῦσιν καὶ οὐκ ἔκρυψαν πατέρας αὐτῶν·
  • 19. αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ, καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ᾿ αὐτούς.
  • 20. πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι, ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ,
  • 21. ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ· ὅταν δοκῇ ἤδη εἰρηνεύειν, ἥξει αὐτοῦ ἡ καταστροφή.
  • 22. μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους· ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου,
  • 23. κατατέτακται δὲ εἰς σῖτα γυψίν· οἶδεν δὲ ἐν ἑαυτῷ ὅτι μένει εἰς πτῶμα. ἡμέρα δὲ αὐτὸν σκοτεινὴ στροβήσει,
  • 24. ἀνάγκη δὲ καὶ θλῖψις αὐτὸν καθέξει ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων.
  • 25. ὅτι ἦρκεν χεῖρας ἐναντίον τοῦ κυρίου, ἔναντι δὲ κυρίου παντοκράτορος ἐτραχηλίασεν,
  • 26. ἔδραμεν δὲ ἐναντίον αὐτοῦ ὕβρει ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ,
  • 27. ὅτι ἐκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ καὶ ἐποίησεν περιστόμιον ἐπὶ τῶν μηρίων.
  • 28. αὐλισθείη δὲ πόλεις ἐρήμους, εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους· ἃ δὲ ἐκεῖνοι ἡτοίμασαν, ἄλλοι ἀποίσονται.
  • 29. οὔτε μὴ πλουτισθῇ, οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα· οὐ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιὰν
  • 30. οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος· τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος, ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος.
  • 31. μὴ πιστευέτω ὅτι ὑπομενεῖ, κενὰ γὰρ ἀποβήσεται αὐτῷ·
  • 32. ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ·
  • 33. τρυγηθείη δὲ ὥσπερ ὄμφαξ πρὸ ὥρας, ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας.
  • 34. μαρτύριον γὰρ ἀσεβοῦς θάνατος, πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν.
  • 35. ἐν γαστρὶ δὲ λήμψεται ὀδύνας, ἀποβήσεται δὲ αὐτῷ κενά, ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον.

الساعة الآن 07:38 AM.



دعم خاص من vBulletin لمنتديات الكنيسة
©2000 - 2019، Jelsoft Enterprises Ltd
جميع حقوق الطبع محفوظة لمنتديات الكنيسة