منتديات الكنيسة

العودة   شبكة الكنيسة الكتاب المقدس Greek Old Testament (Septuagint)

Job - Chapter 21
  • 1. Ὑπολαβὼν δὲ Ιωβ λέγει
  • 2. Ἀκούσατε ἀκούσατέ μου τῶν λόγων, ἵνα μὴ ᾖ μοι παρ᾿ ὑμῶν αὕτη ἡ παράκλησις.
  • 3. ἄρατέ με, ἐγὼ δὲ λαλήσω, εἶτ᾿ οὐ καταγελάσετέ μου.
  • 4. τί γάρ; μὴ ἀνθρώπου μου ἡ ἔλεγξις; ἢ διὰ τί οὐ θυμωθήσομαι;
  • 5. εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσατε χεῖρα θέντες ἐπὶ σιαγόνι.
  • 6. ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα, ἔχουσιν δέ μου τὰς σάρκας ὀδύναι.
  • 7. διὰ τί ἀσεβεῖς ζῶσιν, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ;
  • 8. ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς.
  • 9. οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ, μάστιξ δὲ παρὰ κυρίου οὐκ ἔστιν ἐπ᾿ αὐτοῖς.
  • 10. ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν, διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλεν.
  • 11. μένουσιν δὲ ὡς πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν
  • 12. ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ.
  • 13. συνετέλεσαν δὲ ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν.
  • 14. λέγει δὲ κυρίῳ Ἀπόστα ἀπ᾿ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι·
  • 15. τί ἱκανός, ὅτι δουλεύσομεν αὐτῷ; καὶ τίς ὠφέλεια, ὅτι ἀπαντήσομεν αὐτῷ;
  • 16. ἐν χερσὶν γὰρ ἦν αὐτῶν τὰ ἀγαθά, ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ.
  • 17. οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται, ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφή, ὠδῖνες δὲ αὐτοὺς ἕξουσιν ἀπὸ ὀργῆς.
  • 18. ἔσονται δὲ ὥσπερ ἄχυρα πρὸ ἀνέμου ἢ ὥσπερ κονιορτός, ὃν ὑφείλατο λαῖλαψ.
  • 19. ἐκλίποι υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ· ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται.
  • 20. ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν, ἀπὸ δὲ κυρίου μὴ διασωθείη·
  • 21. ὅτι τί θέλημα αὐτοῦ ἐν οἴκῳ αὐτοῦ μετ᾿ αὐτόν; καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν.
  • 22. πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; αὐτὸς δὲ φόνους διακρινεῖ.
  • 23. οὗτος ἀποθανεῖται ἐν κράτει ἁπλοσύνης αὐτοῦ, ὅλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν·
  • 24. τὰ δὲ ἔγκατα αὐτοῦ πλήρη στέατος, μυελὸς δὲ αὐτοῦ διαχεῖται.
  • 25. ὁ δὲ τελευτᾷ ὑπὸ πικρίας ψυχῆς οὐ φαγὼν οὐδὲν ἀγαθόν.
  • 26. ὁμοθυμαδὸν δὲ ἐπὶ γῆς κοιμῶνται, σαπρία δὲ αὐτοὺς ἐκάλυψεν.
  • 27. ὥστε οἶδα ὑμᾶς ὅτι τόλμῃ ἐπίκεισθέ μοι·
  • 28. ὅτι ἐρεῖτε Ποῦ ἐστιν οἶκος ἄρχοντος; καὶ ποῦ ἐστιν ἡ σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν;
  • 29. ἐρωτήσατε παραπορευομένους ὁδόν, καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριώσετε·
  • 30. ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός, εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσονται.
  • 31. τίς ἀπαγγελεῖ ἐπὶ προσώπου αὐτοῦ τὴν ὁδὸν αὐτοῦ; καὶ αὐτὸς ἐποίησεν, τίς ἀνταποδώσει αὐτῷ;
  • 32. καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη καὶ ἐπὶ σορῷ ἠγρύπνησεν.
  • 33. ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάρρου, καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται, καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι.
  • 34. πῶς δὲ παρακαλεῖτέ με κενά; τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφ᾿ ὑμῶν οὐδέν.

الساعة الآن 01:58 PM.



دعم خاص من vBulletin لمنتديات الكنيسة
©2000 - 2019، Jelsoft Enterprises Ltd
جميع حقوق الطبع محفوظة لمنتديات الكنيسة