Leviticus - Chapter 18 | Greek Old Testament (Septuagint)

  • 1. Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων
  • 2. Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.
  • 3. κατὰ τὰ ἐπιτηδεύματα γῆς Αἰγύπτου, ἐν ᾗ κατῳκήσατε ἐπ᾿ αὐτῇ, οὐ ποιήσετε καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χανααν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε καὶ τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε·
  • 4. τὰ κρίματά μου ποιήσετε καὶ τὰ προστάγματά μου φυλάξεσθε πορεύεσθαι ἐν αὐτοῖς· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.
  • 5. καὶ φυλάξεσθε πάντα τὰ προστάγματά μου καὶ πάντα τὰ κρίματά μου καὶ ποιήσετε αὐτά, ἃ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.
  • 6. Ἄνθρωπος ἄνθρωπος πρὸς πάντα οἰκεῖα σαρκὸς αὐτοῦ οὐ προσελεύσεται ἀποκαλύψαι ἀσχημοσύνην· ἐγὼ κύριος.
  • 7. ἀσχημοσύνην πατρός σου καὶ ἀσχημοσύνην μητρός σου οὐκ ἀποκαλύψεις· μήτηρ γάρ σού ἐστιν, καὶ οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.
  • 8. ἀσχημοσύνην γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις· ἀσχημοσύνη πατρός σού ἐστιν.
  • 9. ἀσχημοσύνην τῆς ἀδελφῆς σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου, ἐνδογενοῦς ἢ γεγεννημένης ἔξω, οὐκ ἀποκαλύψεις ἀσχημοσύνην αὐτῆς.
  • 10. ἀσχημοσύνην θυγατρὸς υἱοῦ σου ἢ θυγατρὸς θυγατρός σου, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῶν, ὅτι σὴ ἀσχημοσύνη ἐστίν.
  • 11. ἀσχημοσύνην θυγατρὸς γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις· ὁμοπατρία ἀδελφή σού ἐστιν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.
  • 12. ἀσχημοσύνην ἀδελφῆς πατρός σου οὐκ ἀποκαλύψεις· οἰκεία γὰρ πατρός σού ἐστιν.
  • 13. ἀσχημοσύνην ἀδελφῆς μητρός σου οὐκ ἀποκαλύψεις· οἰκεία γὰρ μητρός σού ἐστιν.
  • 14. ἀσχημοσύνην ἀδελφοῦ τοῦ πατρός σου οὐκ ἀποκαλύψεις καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ οὐκ εἰσελεύσῃ· συγγενὴς γάρ σού ἐστιν.
  • 15. ἀσχημοσύνην νύμφης σου οὐκ ἀποκαλύψεις· γυνὴ γὰρ υἱοῦ σού ἐστιν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.
  • 16. ἀσχημοσύνην γυναικὸς ἀδελφοῦ σου οὐκ ἀποκαλύψεις· ἀσχημοσύνη ἀδελφοῦ σού ἐστιν.
  • 17. ἀσχημοσύνην γυναικὸς καὶ θυγατρὸς αὐτῆς οὐκ ἀποκαλύψεις· τὴν θυγατέρα τοῦ υἱοῦ αὐτῆς καὶ τὴν θυγατέρα τῆς θυγατρὸς αὐτῆς οὐ λήμψῃ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῶν· οἰκεῖαι γάρ σού εἰσιν, ἀσέβημά ἐστιν.
  • 18. γυναῖκα ἐπὶ ἀδελφῇ αὐτῆς οὐ λήμψῃ ἀντίζηλον ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς ἐπ᾿ αὐτῇ ἔτι ζώσης αὐτῆς.
  • 19. Καὶ πρὸς γυναῖκα ἐν χωρισμῷ ἀκαθαρσίας αὐτῆς οὐ προσελεύσῃ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς.
  • 20. καὶ πρὸς τὴν γυναῖκα τοῦ πλησίον σου οὐ δώσεις κοίτην σπέρματός σου ἐκμιανθῆναι πρὸς αὐτήν.
  • 21. καὶ ἀπὸ τοῦ σπέρματός σου οὐ δώσεις λατρεύειν ἄρχοντι καὶ οὐ βεβηλώσεις τὸ ὄνομα τὸ ἅγιον· ἐγὼ κύριος.
  • 22. καὶ μετὰ ἄρσενος οὐ κοιμηθήσῃ κοίτην γυναικός· βδέλυγμα γάρ ἐστιν.
  • 23. καὶ πρὸς πᾶν τετράπουν οὐ δώσεις τὴν κοίτην σου εἰς σπερματισμὸν ἐκμιανθῆναι πρὸς αὐτό, καὶ γυνὴ οὐ στήσεται πρὸς πᾶν τετράπουν βιβασθῆναι· μυσερὸν γάρ ἐστιν.
  • 24. Μὴ μιαίνεσθε ἐν πᾶσιν τούτοις· ἐν πᾶσι γὰρ τούτοις ἐμιάνθησαν τὰ ἔθνη, ἃ ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμῶν,
  • 25. καὶ ἐμιάνθη ἡ γῆ, καὶ ἀνταπέδωκα ἀδικίαν αὐτοῖς δι᾿ αὐτήν, καὶ προσώχθισεν ἡ γῆ τοῖς ἐγκαθημένοις ἐπ᾿ αὐτῆς.
  • 26. καὶ φυλάξεσθε πάντα τὰ νόμιμά μου καὶ πάντα τὰ προστάγματά μου καὶ οὐ ποιήσετε ἀπὸ πάντων τῶν βδελυγμάτων τούτων, ὁ ἐγχώριος καὶ ὁ προσγενόμενος προσήλυτος ἐν ὑμῖν·
  • 27. πάντα γὰρ τὰ βδελύγματα ταῦτα ἐποίησαν οἱ ἄνθρωποι τῆς γῆς οἱ ὄντες πρότεροι ὑμῶν, καὶ ἐμιάνθη ἡ γῆ·
  • 28. καὶ ἵνα μὴ προσοχθίσῃ ὑμῖν ἡ γῆ ἐν τῷ μιαίνειν ὑμᾶς αὐτήν, ὃν τρόπον προσώχθισεν τοῖς ἔθνεσιν τοῖς πρὸ ὑμῶν.
  • 29. ὅτι πᾶς, ὃς ἂν ποιήσῃ ἀπὸ πάντων τῶν βδελυγμάτων τούτων, ἐξολεθρευθήσονται αἱ ψυχαὶ αἱ ποιοῦσαι ἐκ τοῦ λαοῦ αὐτῶν.
  • 30. καὶ φυλάξετε τὰ προστάγματά μου, ὅπως μὴ ποιήσητε ἀπὸ πάντων τῶν νομίμων τῶν ἐβδελυγμένων, ἃ γέγονεν πρὸ τοῦ ὑμᾶς, καὶ οὐ μιανθήσεσθε ἐν αὐτοῖς· ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.
أعلى