Psalms - Chapter 102 | Greek Old Testament (Septuagint)

  • 1. (101:1) Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ καὶ ἐν αντίον κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ. (101:2) Εἰσάκουσον, κύριε, τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθάτω.
  • 2. (101:3) μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ· ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον τὸ οὖς σου πρός με· ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ εἰσάκουσόν μου.
  • 3. (101:4) ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν.
  • 4. (101:5) ἐπλήγη ὡσεὶ χόρτος καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου.
  • 5. (101:6) ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου.
  • 6. (101:7) ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ,
  • 7. (101:8) ἠγρύπνησα καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ δώματι.
  • 8. (101:9) ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατ᾿ ἐμοῦ ὤμνυον.
  • 9. (101:10) ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων
  • 10. (101:11) ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου, ὅτι ἐπάρας κατέρραξάς με.
  • 11. (101:12) αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν, καὶ ἐγὼ ὡσεὶ χόρτος ἐξηράνθην.
  • 12. (101:13) σὺ δέ, κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.
  • 13. (101:14) σὺ ἀναστὰς οἰκτιρήσεις τὴν Σιων, ὅτι καιρὸς τοῦ οἰκτιρῆσαι αὐτήν, ὅτι ἥκει καιρός·
  • 14. (101:15) ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς καὶ τὸν χοῦν αὐτῆς οἰκτιρήσουσιν.
  • 15. (101:16) καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομα κυρίου καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου,
  • 16. (101:17) ὅτι οἰκοδομήσει κύριος τὴν Σιων καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ.
  • 17. (101:18) ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν καὶ οὐκ ἐξουδένωσεν τὴν δέησιν αὐτῶν.
  • 18. (101:19) γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον,
  • 19. (101:20) ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ, κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψεν
  • 20. (101:21) τοῦ ἀκοῦσαι τὸν στεναγμὸν τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων,
  • 21. (101:22) τοῦ ἀναγγεῖλαι ἐν Σιων τὸ ὄνομα κυρίου καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ιερουσαλημ
  • 22. (101:23) ἐν τῷ συναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλείας τοῦ δουλεύειν τῷ κυρίῳ.
  • 23. (101:24) ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι·
  • 24. (101:25) μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου, ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου.
  • 25. (101:26) κατ᾿ ἀρχὰς σύ, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
  • 26. (101:27) αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἀλλάξεις αὐτούς, καὶ ἀλλαγήσονται·
  • 27. (101:28) σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.
  • 28. (101:29) οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσιν, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται.
أعلى