أنت تستخدم أحد المتصفحات القديمة. قد لا يتم عرض هذا الموقع أو المواقع الأخرى بشكل صحيح.
يجب عليك ترقية متصفحك أو استخدام
أحد المتصفحات البديلة.
Psalms - Chapter 119 | Greek Old Testament (Septuagint)
- 1. (118:1) Αλληλουια. αV αλφ. Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ κυρίου.
- 2. (118:2) μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ· ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν.
- 3. (118:3) οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν.
- 4. (118:4) σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα.
- 5. (118:5) ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου.
- 6. (118:6) τότε οὐ μὴ ἐπαισχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.
- 7. (118:7) ἐξομολογήσομαί σοι, κύριε, ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου.
- 8. (118:8) τὰ δικαιώματά σου φυλάξω· μή με ἐγκαταλίπῃς ἕως σφόδρα.
- 9. (118:9) βV βηθ. Ἐν τίνι κατορθώσει ὁ νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάσσεσθαι τοὺς λόγους σου.
- 10. (118:10) ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε· μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου.
- 11. (118:11) ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.
- 12. (118:12) εὐλογητὸς εἶ, κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
- 13. (118:13) ἐν τοῖς χείλεσίν μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου.
- 14. (118:14) ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ.
- 15. (118:15) ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου.
- 16. (118:16) ἐν τοῖς δικαιώμασίν σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου.
- 17. (118:17) γV γιμαλ. Ἀνταπόδος τῷ δούλῳ σου· ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου.
- 18. (118:18) ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου.
- 19. (118:19) πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ᾿ ἐμοῦ τὰς ἐντολάς σου.
- 20. (118:20) ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ.
- 21. (118:21) ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου.
- 22. (118:22) περίελε ἀπ᾿ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα.
- 23. (118:23) καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ᾿ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασίν σου .
- 24. (118:24) καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστιν, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου.
- 25. (118:25) δV δελθ. Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου ζῆσόν με κατὰ τὸν λόγον σου.
- 26. (118:26) τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου.
- 27. (118:27) ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου.
- 28. (118:28) ἔσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου.
- 29. (118:29) ὁδὸν ἀδικίας ἀπόστησον ἀπ᾿ ἐμοῦ καὶ τῷ νόμῳ σου ἐλέησόν με.
- 30. (118:30) ὁδὸν ἀληθείας ᾑρετισάμην, τὰ κρίματά σου οὐκ ἐπελαθόμην.
- 31. (118:31) ἐκολλήθην τοῖς μαρτυρίοις σου· κύριε, μή με καταισχύνῃς.
- 32. (118:32) ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.
- 33. (118:33) εV η. Νομοθέτησόν με, κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διὰ παντός.
- 34. (118:34) συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου.
- 35. (118:35) ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα.
- 36. (118:36) κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν.
- 37. (118:37) ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με.
- 38. (118:38) στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου.
- 39. (118:39) περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα· τὰ γὰρ κρίματά σου χρηστά.
- 40. (118:40) ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.
- 41. (118:41) υΚV ουαυ. Καὶ ἔλθοι ἐπ᾿ ἐμὲ τὸ ἔλεός σου, κύριε, τὸ σωτήριόν σου κατὰ τὸ λόγιόν σου.
- 42. (118:42) καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί με λόγον, ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου.
- 43. (118:43) καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τὰ κρίματά σου ἐπήλπισα.
- 44. (118:44) καὶ φυλάξω τὸν νόμον σου διὰ παντός, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
- 45. (118:45) καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.
- 46. (118:46) καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην.
- 47. (118:47) καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφόδρα.
- 48. (118:48) καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασίν σου.
- 49. (118:49) ζV ζαι. Μνήσθητι τὸν λόγον σου τῷ δούλῳ σου, ᾧ ἐπήλπισάς με.
- 50. (118:50) αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέν με.
- 51. (118:51) ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα.
- 52. (118:52) ἐμνήσθην τῶν κριμάτων σου ἀπ᾿ αἰῶνος, κύριε, καὶ παρεκλήθην.
- 53. (118:53) ἀθυμία κατέσχεν με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου.
- 54. (118:54) ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου.
- 55. (118:55) ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου.
- 56. (118:56) αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.
- 57. (118:57) ηV ηθ. Μερίς μου κύριε, εἶπα φυλάξασθαι τὸν νόμον σου.
- 58. (118:58) ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου· ἐλέησόν με κατὰ τὸ λόγιόν σου.
- 59. (118:59) διελογισάμην τὰς ὁδούς σου καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου.
- 60. (118:60) ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου.
- 61. (118:61) σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
- 62. (118:62) μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.
- 63. (118:63) μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου.
- 64. (118:64) τοῦ ἐλέους σου, κύριε, πλήρης ἡ γῆ· τὰ δικαιώματά σου δίδαξόν με.
- 65. (118:65) θV τηθ. Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, κύριε, κατὰ τὸν λόγον σου.
- 66. (118:66) χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα.
- 67. (118:67) πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα.
- 68. (118:68) χρηστὸς εἶ σύ, κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου.
- 69. (118:69) ἐπληθύνθη ἐπ᾿ ἐμὲ ἀδικία ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου.
- 70. (118:70) ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.
- 71. (118:71) ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.
- 72. (118:72) ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.
- 73. (118:73) ιV ιωθ. Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου.
- 74. (118:74) οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.
- 75. (118:75) ἔγνων, κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με.
- 76. (118:76) γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου.
- 77. (118:77) ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν.
- 78. (118:78) αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου.
- 79. (118:79) ἐπιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.
- 80. (118:80) γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου, ὅπως ἂν μὴ αἰσχυνθῶ.
- 81. (118:81) ιαV χαφ. Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, καὶ εἰς τὸν λόγον σου ἐπήλπισα.
- 82. (118:82) ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες Πότε παρακαλέσεις με;
- 83. (118:83) ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.
- 84. (118:84) πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν;
- 85. (118:85) διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ᾿ οὐχ ὡς ὁ νόμος σου, κύριε.
- 86. (118:86) πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι.
- 87. (118:87) παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου.
- 88. (118:88) κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου.
- 89. (118:89) ιβV λαβδ. Εἰς τὸν αἰῶνα, κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.
- 90. (118:90) εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει.
- 91. (118:91) τῇ διατάξει σου διαμένει ἡ ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά.
- 92. (118:92) εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου.
- 93. (118:93) εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου ὅτι ἐν αὐτοῖς ἔζησάς με, κύριε.
- 94. (118:94) σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.
- 95. (118:95) ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα.
- 96. (118:96) πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἡ ἐντολή σου σφόδρα.
- 97. (118:97) ιγV μημ. Ὡς ἠγάπησα τὸν νόμον σου, κύριε· ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν.
- 98. (118:98) ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνά μοί ἐστιν.
- 99. (118:99) ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν.
- 100. (118:100) ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.
- 101. (118:101) ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου.
- 102. (118:102) ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς μοι.
- 103. (118:103) ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου.
- 104. (118:104) ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. (ὅτι σὺ ἐνομοθέτησάς μοι.)
- 105. (118:105) ιδV νουν. Λύχνος τοῖς ποσίν μου ὁ λόγος σου καὶ φῶς ταῖς τρίβοις μου.
- 106. (118:106) ὀμώμοκα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.
- 107. (118:107) ἐταπεινώθην ἕως σφόδρα· κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου.
- 108. (118:108) τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με.
- 109. (118:109) ἡ ψυχή μου ἐν ταῖς χερσίν μου διὰ παντός, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην
- 110. (118:110) ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην.
- 111. (118:111) ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν.
- 112. (118:112) ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι᾿ ἀντάμειψιν.
- 113. (118:113) ιεV σαμχ. Παρανόμους ἐμίσησα καὶ τὸν νόμον σου ἠγάπησα.
- 114. (118:114) βοηθός μου καὶ ἀντιλήμπτωρ μου εἶ σύ· εἰς τὸν λόγον σου ἐπήλπισα.
- 115. (118:115) ἐκκλίνατε ἀπ᾿ ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ θεοῦ μου.
- 116. (118:116) ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζήσομαι, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου.
- 117. (118:117) βοήθησόν μοι, καὶ σωθήσομαι καὶ μελετήσω ἐν τοῖς δικαιώμασίν σου διὰ παντός.
- 118. (118:118) ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιω μάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν.
- 119. (118:119) παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου διὰ παντός.
- 120. (118:120) καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.
- 121. (118:121) ιυΚV αιν. Ἐποίησα κρίμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσίν με.
- 122. (118:122) ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν· μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι.
- 123. (118:123) οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου.
- 124. (118:124) ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με.
- 125. (118:125) δοῦλός σού εἰμι ἐγώ· συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου.
- 126. (118:126) καιρὸς τοῦ ποιῆσαι τῷ κυρίῳ· διεσκέδασαν τὸν νόμον σου.
- 127. (118:127) διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον.
- 128. (118:128) διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.
- 129. (118:129) ιζV φη. Θαυμαστὰ τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου.
- 130. (118:130) ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους.
- 131. (118:131) τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.
- 132. (118:132) ἐπίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.
- 133. (118:133) τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία.
- 134. (118:134) λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου.
- 135. (118:135) τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου.
- 136. (118:136) διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου.
- 137. (118:137) ιηV σαδη. Δίκαιος εἶ, κύριε, καὶ εὐθὴς ἡ κρίσις σου.
- 138. (118:138) ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα.
- 139. (118:139) ἐξέτηξέν με ὁ ζῆλος τοῦ οἴκου σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου.
- 140. (118:140) πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.
- 141. (118:141) νεώτερός εἰμι ἐγὼ καὶ ἐξουδενωμένος· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.
- 142. (118:142) ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.
- 143. (118:143) θλῖψις καὶ ἀνάγκη εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου.
- 144. (118:144) δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι.
- 145. (118:145) ιθV κωφ. Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, κύριε· τὰ δικαιώματά σου ἐκζητήσω.
- 146. (118:146) ἐκέκραξά σε· σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου.
- 147. (118:147) προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα.
- 148. (118:148) προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾶν τὰ λόγιά σου.
- 149. (118:149) τῆς φωνῆς μου ἄκουσον, κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρίμα σου ζῆσόν με.
- 150. (118:150) προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν.
- 151. (118:151) ἐγγὺς εἶ σύ, κύριε, καὶ πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια.
- 152. (118:152) κατ᾿ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά.
- 153. (118:153) κV ρης. Ἰδὲ τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τὸν νόμον σου οὐκ ἐπελαθόμην.
- 154. (118:154) κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με· διὰ τὸν λόγον σου ζῆσόν με.
- 155. (118:155) μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν.
- 156. (118:156) οἱ οἰκτιρμοί σου πολλοί, κύριε· κατὰ τὸ κρίμα σου ζῆσόν με.
- 157. (118:157) πολλοὶ οἱ ἐκδιώκοντές με καὶ ἐκθλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα.
- 158. (118:158) εἶδον ἀσυνθετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο.
- 159. (118:159) ἰδὲ ὅτι τὰς ἐντολάς σου ἠγάπησα· κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με.
- 160. (118:160) ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.
- 161. (118:161) καV σεν. Ἄρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου.
- 162. (118:162) ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου ὡς ὁ εὑρίσκων σκῦλα πολλά.
- 163. (118:163) ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα.
- 164. (118:164) ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.
- 165. (118:165) εἰρήνη πολλὴ τοῖς ἀγαπῶσιν τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.
- 166. (118:166) προσεδόκων τὸ σωτήριόν σου, κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα.
- 167. (118:167) ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα.
- 168. (118:168) ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, κύριε.
- 169. (118:169) κβV θαυ. Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με.
- 170. (118:170) εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου· κατὰ τὸ λόγιόν σου ῥῦσαί με.
- 171. (118:171) ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου.
- 172. (118:172) φθέγξαιτο ἡ γλῶσσά μου τὸ λόγιόν σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη.
- 173. (118:173) γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην.
- 174. (118:174) ἐπεπόθησα τὸ σωτήριόν σου, κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστιν.
- 175. (118:175) ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι.
- 176. (118:176) ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελα θόμην.