Psalms - Chapter 130 | Greek Old Testament (Septuagint)

  • 1. (129:1) Ὠιδὴ τῶν ἀναβαθμῶν. Ἐκ βαθέων ἐκέκραξά σε, κύριε·
  • 2. (129:2) κύριε, εἰσάκουσον τῆς φωνῆς μου· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
  • 3. (129:3) ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται;
  • 4. (129:4) ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
  • 5. (129:5) ἕνεκεν τοῦ νόμου σου ὑπέμεινά σε, κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου.
  • 6. (129:6) ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωίας ἐλπισάτω Ισραηλ ἐπὶ τὸν κύριον.
  • 7. (129:7) ὅτι παρὰ τῷ κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις,
  • 8. (129:8) καὶ αὐτὸς λυτρώσεται τὸν Ισραηλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
أعلى