Psalms - Chapter 139 | Greek Old Testament (Septuagint)

  • 1. (138:1) Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με·
  • 2. (138:2) σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου, σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν·
  • 3. (138:3) τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες.
  • 4. (138:4) ὅτι οὐκ ἔστιν λόγος ἐν γλώσσῃ μου,
  • 5. (138:5) ἰδού, κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου.
  • 6. (138:6) ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.
  • 7. (138:7) ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;
  • 8. (138:8) ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει·
  • 9. (138:9) ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾿ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης,
  • 10. (138:10) καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου.
  • 11. (138:11) καὶ εἶπα Ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου·
  • 12. (138:12) ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς.
  • 13. (138:13) ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, κύριε, ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου.
  • 14. (138:14) ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθην· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα.
  • 15. (138:15) οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ. καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς·
  • 16. (138:16) τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται, καὶ οὐθεὶς ἐν αὐτοῖς.
  • 17. (138:17) ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ θεός, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν·
  • 18. (138:18) ἐξαριθμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ.
  • 19. (138:19) ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς, ὁ θεός, ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ᾿ ἐμοῦ.
  • 20. (138:20) ὅτι ἐρεῖς εἰς διαλογισμόν· λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου.
  • 21. (138:21) οὐχὶ τοὺς μισοῦντάς σε, κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην;
  • 22. (138:22) τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι.
  • 23. (138:23) δοκίμασόν με, ὁ θεός, καὶ γνῶθι τὴν καρδίαν μου, ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου
  • 24. (138:24) καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.
أعلى