Psalms - Chapter 146 | Greek Old Testament (Septuagint)

  • 1. (145:1) Αλληλουια· Αγγαιου καὶ Ζαχαριου. Αἴνει, ἡ ψυχή μου, τὸν κύριον.
  • 2. (145:2) αἰνέσω κύριον ἐν ζωῇ μου, ψαλῶ τῷ θεῷ μου, ἕως ὑπάρχω.
  • 3. (145:3) μὴ πεποίθατε ἐπ᾿ ἄρχοντας καὶ ἐφ᾿ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστιν σωτηρία.
  • 4. (145:4) ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν.
  • 5. (145:5) μακάριος οὗ ὁ θεὸς Ιακωβ βοηθός, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ κύριον τὸν θεὸν αὐτοῦ
  • 6. (145:6) τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα,
  • 7. (145:7) ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσιν· κύριος λύει πεπεδημένους,
  • 8. (145:8) κύριος ἀνορθοῖ κατερραγμένους, κύριος σοφοῖ τυφλούς, κύριος ἀγαπᾷ δικαίους·
  • 9. (145:9) κύριος φυλάσσει τοὺς προσηλύτους, ὀρφανὸν καὶ χήραν ἀναλήμψεται καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ.
  • 10. (145:10) βασιλεύσει κύριος εἰς τὸν αἰῶνα, ὁ θεός σου, Σιων, εἰς γενεὰν καὶ γενεάν.
أعلى