Psalms - Chapter 29 | Greek Old Testament (Septuagint)

  • 1. (28:1) Ψαλμὸς τῷ Δαυιδ· ἐξοδίου σκηνῆς. Ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ, ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν,
  • 2. (28:2) ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ, προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.
  • 3. (28:3) φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ θεὸς τῆς δόξης ἐβρόντησεν, κύριος ἐπὶ ὑδάτων πολλῶν.
  • 4. (28:4) φωνὴ κυρίου ἐν ἰσχύι, φωνὴ κυρίου ἐν μεγαλοπρεπείᾳ.
  • 5. (28:5) φωνὴ κυρίου συντρίβοντος κέδρους, καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου
  • 6. (28:6) καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον, καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων.
  • 7. (28:7) φωνὴ κυρίου διακόπτοντος φλόγα πυρός,
  • 8. (28:8) φωνὴ κυρίου συσσείοντος ἔρημον, καὶ συσσείσει κύριος τὴν ἔρημον Καδης.
  • 9. (28:9) φωνὴ κυρίου καταρτιζομένου ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς· καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.
  • 10. (28:10) κύριος τὸν κατακλυσμὸν κατοικιεῖ, καὶ καθίεται κύριος βασιλεὺς εἰς τὸν αἰῶνα.
  • 11. (28:11) κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει, κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.
أعلى