Psalms - Chapter 41 | Greek Old Testament (Septuagint)

  • 1. (40:1) Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. (40:2) Μακάριος ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ κύριος.
  • 2. (40:3) κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐ τὸν ἐν τῇ γῇ καὶ μὴ παραδῴη αὐτὸν εἰς χεῖρας ἐχθροῦ αὐτοῦ.
  • 3. (40:4) κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ· ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ.
  • 4. (40:5) ἐγὼ εἶπα Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
  • 5. (40:6) οἱ ἐχθροί μου εἶπαν κακά μοι Πότε ἀποθανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;
  • 6. (40:7) καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει.
  • 7. (40:8) ἐπὶ τὸ αὐτὸ κατ᾿ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατ᾿ ἐμοῦ ἐλογίζοντο κακά μοι,
  • 8. (40:9) λόγον παράνομον κατέθεντο κατ᾿ ἐμοῦ Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι;
  • 9. (40:10) καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ᾿ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾿ ἐμὲ πτερνισμόν·
  • 10. (40:11) σὺ δέ, κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώ σω αὐτοῖς.
  • 11. (40:12) ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ᾿ ἐμέ.
  • 12. (40:13) ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα.
  • 13. (40:14) Εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα. γένοιτο γένοιτο. -----
أعلى