Psalms - Chapter 5 | Greek Old Testament (Septuagint)

  • 1. Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης· ψαλμὸς τῷ Δαυιδ. (5:2) Τὰ ῥήματά μου ἐνώτισαι, κύριε, σύνες τῆς κραυγῆς μου·
  • 2. (5:3) πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ θεός μου. ὅτι πρὸς σὲ προσεύξομαι, κύριε·
  • 3. (5:4) τὸ πρωὶ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐπόψομαι.
  • 4. (5:5) ὅτι οὐχὶ θεὸς θέλων ἀνομίαν σὺ εἶ, οὐδὲ παροικήσει σοι πονηρευόμενος·
  • 5. (5:6) οὐ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου, ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.
  • 6. (5:7) ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος· ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος.
  • 7. (5:8) ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου.
  • 8. (5:9) κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν μου τὴν ὁδόν σου.
  • 9. (5:10) ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν.
  • 10. (5:11) κρῖνον αὐτούς, ὁ θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλίων αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, κύριε.
  • 11. (5:12) καὶ εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου.
  • 12. (5:13) ὅτι σὺ εὐλογήσεις δίκαιον· κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.
أعلى