Psalms - Chapter 56 | Greek Old Testament (Septuagint)

  • 1. (55:1) Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου· τῷ Δαυιδ εἰς στηλογραφίαν, ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γεθ. (55:2) Ἐλέησόν με, κύριε, ὅτι κατεπάτησέν με ἄνθρωπος, ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέν με.
  • 2. (55:3) κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν, ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους.
  • 3. (55:4) ἡμέρας φοβηθήσομαι, ἐγὼ δὲ ἐπὶ σοὶ ἐλπιῶ.
  • 4. (55:5) ἐν τῷ θεῷ ἐπαινέσω τοὺς λόγου μου ὅλην τὴν ἡμέραν. ἐπὶ τῷ θεῷ ἤλπισα, οὐ φοβηθήσομαι· τί ποιήσει μοι σάρξ;
  • 5. (55:6) ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο, κατ᾿ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν.
  • 6. (55:7) παροικήσουσιν καὶ κατακρύψουσιν· αὐτοὶ τὴν πτέρναν μου φυλάξουσιν, καθάπερ ὑπέμειναν τὴν ψυχήν μου.
  • 7. (55:8) ὑπὲρ τοῦ μηθενὸς σώσεις αὐτούς, ἐν ὀργῇ λαοὺς κατάξεις, ὁ θεός.
  • 8. (55:9) τὴν ζωήν μου ἐξήγγειλά σοι, ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου.
  • 9. (55:10) ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε· ἰδοὺ ἔγνων ὅτι θεός μου εἶ σύ.
  • 10. (55:11) ἐπὶ τῷ θεῷ αἰνέσω ῥῆμα, ἐπὶ τῷ κυρίῳ αἰνέσω λόγον.
  • 11. (55:12) ἐπὶ τῷ θεῷ ἤλπισα, οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος;
  • 12. (55:13) ἐν ἐμοί, ὁ θεός, αἱ εὐχαὶ ἃς ἀποδώσω αἰνέσεώς σοι,
  • 13. (55:14) ὅτι ἐρρύσω τὴν ψυχήν μου ἐκ θανάτου καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ θεοῦ ἐν φωτὶ ζώντων.
أعلى