Psalms - Chapter 61 | Greek Old Testament (Septuagint)

  • 1. (60:1) Εἰς τὸ τέλος, ἐν ὕμνοις· τῷ Δαυιδ. (60:2) Εἰσάκουσον, ὁ θεός, τῆς δεήσεώς μου, πρόσχες τῇ προσευχῇ μου.
  • 2. (60:3) ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου· ἐν πέτρᾳ ὕψωσάς με,
  • 3. (60:4) ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ.
  • 4. (60:5) παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας, σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου. διάψαλμα.
  • 5. (60:6) ὅτι σύ, ὁ θεός, εἰσήκουσας τῶν εὐχῶν μου, ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.
  • 6. (60:7) ἡμέρας ἐφ᾿ ἡμέρας βασιλέως προσθήσεις, ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς.
  • 7. (60:8) διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ θεοῦ· ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει;
  • 8. (60:9) οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.
أعلى