Psalms - Chapter 62 | Greek Old Testament (Septuagint)

  • 1. (61:1) Εἰς τὸ τέλος, ὑπὲρ Ιδιθουν· ψαλμὸς τῷ Δαυιδ. (61:2) Οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ᾿ αὐτοῦ γὰρ τὸ σωτήριόν μου·
  • 2. (61:3) καὶ γὰρ αὐτὸς θεός μου καὶ σωτήρ μου, ἀντιλήμπτωρ μου· οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.
  • 3. (61:4) ἕως πότε ἐπιτίθεσθε ἐπ᾿ ἄνθρωπον; φονεύετε πάντες ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ.
  • 4. (61:5) πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν ψεύδει, τῷ στόματι αὐτῶν εὐλογοῦσαν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. διάψαλμα.
  • 5. (61:6) πλὴν τῷ θεῷ ὑποτάγηθι, ἡ ψυχή μου, ὅτι παρ᾿ αὐτοῦ ἡ ὑπομονή μου·
  • 6. (61:7) ὅτι αὐτὸς θεός μου καὶ σωτήρ μου, ἀντιλήμπτωρ μου· οὐ μὴ μεταναστεύσω.
  • 7. (61:8) ἐπὶ τῷ θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου· ὁ θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ θεῷ.
  • 8. (61:9) ἐλπίσατε ἐπ᾿ αὐτόν, πᾶσα συναγωγὴ λαοῦ· ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν· ὁ θεὸς βοηθὸς ἡμῶν. διάψαλμα.
  • 9. (61:10) πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.
  • 10. (61:11) μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.
  • 11. (61:12) ἅπαξ ἐλάλησεν ὁ θεός, δύο ταῦτα ἤκουσα,
  • 12. (61:13) ὅτι τὸ κράτος τοῦ θεοῦ, καὶ σοί, κύριε, τὸ ἔλεος, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
أعلى