Psalms - Chapter 77 | Greek Old Testament (Septuagint)

  • 1. (76:1) Εἰς τὸ τέλος, ὑπὲρ Ιδιθουν· τῷ Ασαφ ψαλμός. (76:2) Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν θεόν, καὶ προσέσχεν μοι.
  • 2. (76:3) ἐν ἡμέρᾳ θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα, ταῖς χερσίν μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην· ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου.
  • 3. (76:4) ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην· ἠδολέσχησα, καὶ ὠλιγοψύχησεν τὸ πνεῦμά μου. διάψαλμα.
  • 4. (76:5) προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ἐταράχθην καὶ οὐκ ἐλάλησα.
  • 5. (76:6) διελογισάμην ἡμέρας ἀρχαίας καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα·
  • 6. (76:7) νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλεν τὸ πνεῦμά μου.
  • 7. (76:8) μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι;
  • 8. (76:9) ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεάν;
  • 9. (76:10) ἢ ἐπιλήσεται τοῦ οἰκτιρῆσαι ὁ θεὸς ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; διάψαλμα.
  • 10. (76:11) καὶ εἶπα Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου.
  • 11. (76:12) ἐμνήσθην τῶν ἔργων κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου
  • 12. (76:13) καὶ μελετήσω ἐν πᾶσιν τοῖς ἔργοις σου καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω.
  • 13. (76:14) ὁ θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμῶν;
  • 14. (76:15) σὺ εἶ ὁ θεὸς ὁ ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου·
  • 15. (76:16) ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ιακωβ καὶ Ιωσηφ. διάψαλμα.
  • 16. (76:17) εἴδοσάν σε ὕδατα, ὁ θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἤχους ὑδάτων.
  • 17. (76:18) φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται·
  • 18. (76:19) φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ, ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ, ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ.
  • 19. (76:20) ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.
  • 20. (76:21) ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυσῆ καὶ Ααρων.
أعلى