Psalms - Chapter 83 | Greek Old Testament (Septuagint)

  • 1. (82:1) Ὠιδὴ ψαλμοῦ τῷ Ασαφ. (82:2) Ὁ θεός, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς μηδὲ καταπραύνῃς, ὁ θεός·
  • 2. (82:3) ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν,
  • 3. (82:4) ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου·
  • 4. (82:5) εἶπαν Δεῦτε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ισραηλ ἔτι.
  • 5. (82:6) ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό, κατὰ σοῦ διαθήκην διέθεντο
  • 6. (82:7) τὰ σκηνώματα τῶν Ιδουμαίων καὶ οἱ Ισμαηλῖται, Μωαβ καὶ οἱ Αγαρηνοί,
  • 7. (82:8) Γεβαλ καὶ Αμμων καὶ Αμαληκ καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον·
  • 8. (82:9) καὶ γὰρ καὶ Ασσουρ συμπαρεγένετο μετ᾿ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίλημψιν τοῖς υἱοῖς Λωτ. διάψαλμα.
  • 9. (82:10) ποίησον αὐτοῖς ὡς τῇ Μαδιαμ καὶ τῷ Σισαρα, ὡς ὁ Ιαβιν ἐν τῷ χειμάρρῳ Κισων·
  • 10. (82:11) ἐξωλεθρεύθησαν ἐν Αενδωρ, ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ.
  • 11. (82:12) θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ωρηβ καὶ Ζηβ καὶ Ζεβεε καὶ Σαλμανα πάντας τοὺς ἄρχοντας αὐτῶν,
  • 12. (82:13) οἵτινες εἶπαν Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ θεοῦ.
  • 13. (82:14) ὁ θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου·
  • 14. (82:15) ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμόν, ὡς εἰ φλὸξ κατακαύσαι ὄρη,
  • 15. (82:16) οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς.
  • 16. (82:17) πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσιν τὸ ὄνομά σου, κύριε.
  • 17. (82:18) αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν
  • 18. (82:19) καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.
أعلى