Psalms - Chapter 86 | Greek Old Testament (Septuagint)

  • 1. (85:1) Προσευχὴ τῷ Δαυιδ. Κλῖνον, κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ.
  • 2. (85:2) φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου, ὁ θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ.
  • 3. (85:3) ἐλέησόν με, κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν.
  • 4. (85:4) εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου.
  • 5. (85:5) ὅτι σύ, κύριε, χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.
  • 6. (85:6) ἐνώτισαι, κύριε, τὴν προσευχήν μου καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.
  • 7. (85:7) ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ, ὅτι εἰσήκουσάς μου.
  • 8. (85:8) οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, κύριε, καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου.
  • 9. (85:9) πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε, καὶ δοξάσουσιν τὸ ὄνομά σου,
  • 10. (85:10) ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ θεὸς μόνος ὁ μέγας.
  • 11. (85:11) ὁδήγησόν με, κύριε, τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου.
  • 12. (85:12) ἐξομολογήσομαί σοι, κύριε ὁ θεός μου, ἐν ὅλῃ καρδίᾳ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα,
  • 13. (85:13) ὅτι τὸ ἔλεός σου μέγα ἐπ᾿ ἐμὲ καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου.
  • 14. (85:14) ὁ θεός, παράνομοι ἐπανέστησαν ἐπ᾿ ἐμέ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν.
  • 15. (85:15) καὶ σύ, κύριε ὁ θεός, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός.
  • 16. (85:16) ἐπίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με, δὸς τὸ κράτος σου τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου.
  • 17. (85:17) ποίησον μετ᾿ ἐμοῦ σημεῖον εἰς ἀγαθόν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν, ὅτι σύ, κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.
أعلى