Psalms - Chapter 90 | Greek Old Testament (Septuagint)

  • 1. (89:1) Προσευχὴ τοῦ Μωυσῆ ἀνθρώπου τοῦ θεοῦ. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ·
  • 2. (89:2) πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ.
  • 3. (89:3) μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· καὶ εἶπας Ἐπιστρέψατε, υἱοὶ ἀνθρώπων.
  • 4. (89:4) ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡ ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθεν, καὶ φυλακὴ ἐν νυκτί.
  • 5. (89:5) τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται. τὸ πρωὶ ὡσεὶ χλόη παρέλθοι,
  • 6. (89:6) τὸ πρωὶ ἀνθήσαι καὶ παρέλθοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη.
  • 7. (89:7) ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν.
  • 8. (89:8) ἔθου τὰς ἀνομίας ἡμῶν ἐνώπιόν σου· ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου.
  • 9. (89:9) ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν· τὰ ἔτη ἡμῶν ὡς ἀράχνην ἐμελέτων.
  • 10. (89:10) αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν, ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος· ὅτι ἐπῆλθεν πραύτης ἐφ᾿ ἡμᾶς, καὶ παιδευθησόμεθα.
  • 11. (89:11) τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου;
  • 12. (89:12) ἐξαριθμήσασθαι τὴν δεξιάν σου οὕτως γνώρισον καὶ τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοφίᾳ.
  • 13. (89:13) ἐπίστρεψον, κύριε· ἕως πότε; καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου.
  • 14. (89:14) ἐνεπλήσθημεν τὸ πρωὶ τοῦ ἐλέους σου καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν·
  • 15. (89:15) εὐφράνθημεν ἀνθ᾿ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά.
  • 16. (89:16) καὶ ἰδὲ ἐπὶ τοὺς δούλους σου καὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν,
  • 17. (89:17) καὶ ἔστω ἡ λαμπρότης κυρίου τοῦ θεοῦ ἡμῶν ἐφ᾿ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ᾿ ἡμᾶς.
أعلى