Psalms - Chapter 133 | Greek Old Testament (Septuagint)

  • 1. (132:1) Ὠιδὴ τῶν ἀναβαθμῶν· τῷ Δαυιδ. Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ᾿ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;
  • 2. (132:2) ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ααρων, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ·
  • 3. (132:3) ὡς δρόσος Αερμων ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιων· ὅτι ἐκεῖ ἐνετείλατο κύριος τὴν εὐλογίαν καὶ ζωὴν ἕως τοῦ αἰῶνος.
أعلى